Aesop. Chambry, Émile, ed. (). Aesopi fabulae Vol. 2.
Run Info
Accuracy
Editing Progress
AESOPI FABVLAE
αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς
ἔδακεν. Ὁ δὲ μετʼ ὀδύνης ἐπανιών· « Δίκαια. φησί,
πέπονθα· τί δήποτε γὰρ τὸν αὐτοχεῖρα σῶσαι ἐσπούδασα ; »
Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους
📖
Κιθαρῳδός
Κιθαρῳδὸς ἀφυὴς ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς ᾄδων.
ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ἐνόμισεν αὑτὸν εὔφωνον
σφόδρα εἶναι. Καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ
εἰς θέατρον εἰσελθεῖν. Ἀφικόμενος δὲ ἐπὶ σκήνην καὶ
πάνυ κακῶς ᾄδων λίθοις βαλλόμενος ἐξηλάθη.
Οὕτως καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναί τινες
δοκοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς
ἄξιοι εὑρίσκονται.