Aesop. Chambry, Émile, ed. (). Aesopi fabulae Vol. 1.

Run Info

Accuracy

Editing Progress

AESOPI FABVLAE A liter 📖 Ποτὲ ἀετὸς ἑάλω ὑπʼ ἀνθρώπου. Τούτου δὲ τὰ πτερὰ ἄνθρωπος κόψας ἀφῆκε μετὰ τῶν ὀρνίθων ἐν οίκῳ εἶναι. ʽ0 δὲ ἧν κατηφὴς καὶ οὐδὲν ἤσθιεν ἐκ τῆς λύπης, ὄμοιος δὲ ἧν βασιλεῖ δεσμώτῃ. Ετερος δέ τις τοῦτον ὠνησάμενος καὶ τὰ πτερὰ ἀνασπάσας καὶ μύρῳ χρίσας ἐποίησε 5 πτερῶσαι. ʽΟ δὲ πετασθεὶς καὶ τοῖς ὄνυξι λαγωὸν ἁρπάσας ῆνεγκεν αὐτῷ δῶρον. Ἀλώπηξ δὲ ἰδοῦσα εἶπεν· « Μῃ τούτῳ δίδου, ἀλλὰ τῷ πρώτῳ, ὅτι μὲν φύσει ἀγαθός ἐστι· ἐκεῖνον δὲ μᾶλλον ἐξευμενίζου, μή πως πάλιν λαβών σε τὸ πτερὸν ἐρημώσῃ. » `Οτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς πονηροὺς δὲ φρονίμῶς μῶς τροποῦσθαι. Ἀετὸς (τοξευθείς). Ὑπεράνωθεν πέτρας ἀετὸς ἐκαθέζετο λαγωοὺς θηρεῦσαι ζητῶν. Τοῦτον δέ τις ἔβαλε τοξεύσας, καὶ τὸ μὲν βέλος ἔσω εἰσῆλθεν· δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἰστήκει. δὲ ἰδὼν ἔφη· « Καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἐμοῖς πτεροῖς ἀποθνῄσκειν. » Ὅτι τὸ κέντρον τῆς λύπης δεινότερόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰκείων κινδυνεύσῃ.